Ancient Greek
P.Oxy. 73 4957
Documentary Papyri, P.Oxy. 73 4957
Not analysed yet
παρὰ Λεοντᾶτος χρηματίσαντος μητρὸς Τανούφιος ἀπὸ Σέσφθα τῆς κάτω τοπαρχίας. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ Οὐαλερίου Πρόκλου τοῦ ἡγεμονεύσαντος πρὸς τὴν τοῦ διελθόντος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατ’ οἰκίαν ἀπογραφὴν σημαίνω ἐμαυτὸν ἀναγραφόμενον ἐπὶ τῆς αὐτῆς Σέσφθα ἐν τοῖς ἐπὶ κώμης ἀναλαμβανομένοις αὐτὸν ἐμὲ Λεοντᾶν τὸν προγεγραμμένον ἄτεχνον ἄσημον ἐτῶν μ. προσγίνεται Πμυσθᾶς υἱὸς μητρὸς Ἀρτέμιδος ἐτῶν ιβ. προσγίνεται Πανετβεῦς ἀδελφὸς γονέων τῶν αὐτῶν ἐτῶν α. γυναῖκες Ἄρτεμις Πανετβεῦτος μητρὸς Σινπμυστ γυνή μου ἄτεχνος ἄσημος ἐτῶν λβ, Τανοῦφις θυγάτηρ ἀμφοτέρων ἐτῶν ια. καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Τίτον Αἴλιον Ἁδριανὸν Ἀντωνῖνον Σεβαστὸν Εὐσεβῆ ἀληθῆ εἶναι τὰ προγεγραμμένα. ἔτους ι Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ κˉηˉ. Λεοντᾶς ὁ προγεγραμμένος ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον. …