Ancient Greek
P.Oxy. 73 4958
Documentary Papyri, P.Oxy. 73 4958
Not analysed yet
Ἰσχυρίωνι βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Ὀννώφριος Σαμβᾶτος τοῦ Ὀννώφριος μητρὸς Σοήριος ἀπὸ κώμης Τανάεως. προσπέπτωκέ μοι Σαραπίων ἀπελεύθερος Πετοσοράπιος ἀπ’ Ὀξυρύγχων πόλεως ὑπερβαλὼν τῷ ἐνεστῶτι ια ἔτει τὸ ἀναγραφόμενον εἰς τὸν μετηλλαχότα μου πατέρα Σαμβᾶν Ὀννώφριος τοῦ Ὀννώφριος περὶ Σεφὼ ἐκ τοῦ Ἐπιμένους κλήρου βασιλικῆς γῆς ἀρουρ …δ, προσενεγκὼν πρὸς μόνον τὸ ἐνεστὸς ια ε… ἕν. ἐγὼ οὖν προγεωργὸς ὢν καὶ προεξυλαμηκὼς τὴν γῆν, ἀναδέχομαι κατὰ τὸ τοῦ νομοῦ ἔθος τὸ προκείμενον ε… ἕν, ἐπὶ τῷ μετὰ τὸ ἐνεστὸς ια περιαιρεθήσεται ἀπ’ ἐμοῦ τὸ προκείμενον ε… ἓν καὶ μενεῖ μοι ἡ γεωργία ἐπὶ μόνοις τοῖς τὸ διελθὸν ι ἔτος τελεσθεῖσι τελέσμασι. ἐὰν δέ τις ἀπὸ τοῦ εἰσιόντος ιβ ἄβροχος ἢ ἐπηντλημένη γένηται, παραδεχθήσεταί μοι. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ κϛ. Ὄννωφρις Σαμβᾶτος ἐπιδέδωκα.