Ancient Greek
P.Oxy. 74 4982
Documentary Papyri, P.Oxy. 74 4982
Not analysed yet
…καταγινόμεθα δὲ ἐν τῇ τῆς γυναικός μου Ταποντῶτος τῆς Ἀπολλωνίου οἰκίᾳ ἐν κώμῃ Φοβωου τῆς αὐτῆς τοπαρχίας. καὶ ὀμνύω Νέρωνα Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἐξ ὑγιοῦς καὶ ἐπ’ ἀληθείας ἐπιδεδωκέναι τὴν γραφήν. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία. Ἱέραξ Ζωΐλου ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν προγεγραμμένον ὅρκον. Πλουτίων Ἡρακλείδου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους η Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Παυνι γ.