Ancient Greek
P.Oxy. 74 4983
Documentary Papyri, P.Oxy. 74 4983
Not analysed yet
Τιβερίωι Κλαυδίωι Ἡρακλείδηι στρατηγῷ καὶ Νικάνδρῳ βασιλικῷ γραμματεῖ καὶ Διονυσίῳ τοπογραμματεῖ ἄνω τοπαρχίας καὶ Σαραπίωνι κωμογραμματεῖ Κερκεμούνεως καὶ λαογράφοις τῆς αὐτῆς Κερκεμούνεως παρὰ Σιεάπιος τῆς Σαραπίωνος τοῦ Ἀπολλωνίου μητρὸς Ἀριστοῦτος τῆς Ἀρίστωνος τῶν ἀπ᾽ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ υἱοῦ Ἀρίστωνος τοῦ Διογένους. ἀπογράφομαι τὴν ὑπάρχουσάν μοι καὶ τῆι ἀδελφῆι Θαΐδι οἰκίαν θησαυρὸν λεγομένην ἐν τῇ αὐτῇ κώμηι, ἐν ἧι οὐδεὶς ἀπογράφεται οὐδὲ καταγίνεται. καὶ ὀμνύω …