Ancient Greek
P.Oxy. 74 4989
Documentary Papyri, P.Oxy. 74 4989
Not analysed yet
παρὰ Διδύμης Πλουτάρχου τοῦ Ζωσίμου μητρὸς Ἀσκλαταρίου μετὰ κυρίου τοῦ υἱοῦ Πλουτίωνος ἐξ αὐτῆς χρηματίζοντος ἀμφοτέρων ἀπ’ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Καλουισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος ἀπογράφομαι πρὸς τὴν τοῦ διελθόντος ιδ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν τὸ ὑπάρχον μοι ἐπʼ ἀμφόδου Ἑρμαίου μέρος οἰκίας εἰς ὃ ἀπογραφόμεθα· Πλουτίων χρηματίζων μητρὸς Διδύμης ἄτεχνος ἄσημος ἐτῶν λϛ Ἀνδρόμαχος ἀδελφὸς μητρὸς τῆς αὐτῆς ἄτεχνος ἄσημος ἐτῶν λδ Ἁρμίυσις ἕτερος μητρὸς τῆς αὐτῆς ἄτεχνος ἄσημος ἐτῶν …προσγίνεται Ἐπι…ος Πλουτίωνος χρηματίζοντος μητρὸς Διδύμης, μητρὸς …ἀδελφῆς τοῦ πατρὸς ἐτῶν α …προ… β…λ …α… ἀμφοτερ …ὡς ἐτῶν ι καὶ ὀμνύω τὴν Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην μὴ ἐψεῦσθαι. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Φαμενωθ. …