Ancient Greek
P.Oxy. 74 4990
Documentary Papyri, P.Oxy. 74 4990
Not analysed yet
ἐνετάγη …Ἡράμμωνι τῷ καὶ Κάστορι στρατηγῷ καὶ Σαραπανούβιδι βασιλικῷ γραμματεῖ παρὰ Πετεαρ… Διοδώρου μητρὸς …θέσει Διογένους ἐπικαλουμένου …καὶ …γένους τοῦ καὶ Διονυσίου Ἑρμογένους τοῦ …μητρὸς Ἀρτέμιτος ἀμφοτέρων ἀπ’ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Τινηΐου Δημητρίου τοῦ λαμπροτάτου ἡγεμόνος καὶ Αὐρηλίου Οὐηριανοῦ τοῦ ἡγεμονεύσαντος ἀπογραφόμεθα πρὸς τὴν τοῦ διελθόντος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατ’ οἰκίαν ἀπογραφὴν τὸ ὑπάρχον ἡμῖν ἐξ ἴσου ἐπ’ ἀμφόδου Δρόμου Θοήριδος πρότερον Ἐπιτέλους Ἐπιτέλους τοῦ Ἐπιτέλους μητρὸς Θαΐδος ἀπὸ τῆς αὐτῆς πόλεως κληρονομικῷ δικαίῳ ἀκολούθως ᾗ ἔθετο διαθήκῃ τῇ καὶ λυθείσῃ οἰκίδιον …μέρος ἐφ’ οὗ ἀπογραφόμεθα αὐτὸς ἐγὼ Πετεαρ…