Ancient Greek
P.Oxy. 74 4998
Documentary Papyri, P.Oxy. 74 4998
Not analysed yet
ξε …Αὐρηλίῳ Ἡρᾷ φυλάρχῃ τῆς Ὀξυρυγχιτῶν πόλεως τοῦ ἐνεστῶτος α …παρὰ Αὐρηλίου Ἀμοϊτᾶ Ἀμοϊτᾶτος μητρὸς Θαήσιος ἀπ’ Ὀξυρύγχων πόλεως ἐπιτρόπου Οὐιβίου Πουπλίου …Ἀπολλωνίας μητρὸς καὶ ὡς χρηματίζει. Οὐίβιος Πούπλιος Πτολεμαίου τοῦ μητρὸς Ἀπολλωνίας ἐτῶν …ἄτεχνος ἀναγραφόμενος ἐπ’ ἀμφόδου καὶ Ἀνίκητος ἀνθ’ οὗ …της δοῦλος Πουπλίου …ἐτῶν ιϛ …τέλειος ἄτεχνος ἀναγραφόμενος ἐπ’ ἀμφόδου Παμμένους Παραδείσου καὶ Εὐφράτης δοῦλος Πουπλίου ἐτῶν …ἄτεχνος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Νεμεσίου, οἱ γ ἐτελεύτησαν …διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα πρὸς τὸ ἀναγραφῆναι αὐτοὺς ἐν τῇ τῶν ὁμοίων τάξει ὡς καθήκει. καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους α Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, ,. Αὐρήλιος Ἀμοϊτᾶς Ἀμοϊτᾶτος ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον ὡς πρόκειται. διὰ Ἀπίωνος …φελ λα κϛ ξε