Ancient Greek
P.Oxy. 74 4999
Documentary Papyri, P.Oxy. 74 4999
Not analysed yet
τῷ κοινῷ τῶν λαογράφων διὰ τοῦ ἑνὸς αὐτῶν Αὐρηλίου Διογένους τοῦ καὶ Ἑρμείου τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως τοῦ ἐνεστῶτος η ἔτους καὶ ζ ἔτους παρὰ Αὐρηλίου Ὡρίωνος Θέωνος μητρὸς …ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. βούλομαι πρώτως ἀπογράψασθαι παρὰ σοὶ τὸν τοῦ φίλου μου καὶ μετηλλαχότος …ίωνος Σαραπίωνος υἱὸν …ην ἐκ μητρὸς Ἀδωρᾶς ἐπ᾽ ἀμφόδου …ὄντα πρὸς τὸ ἐνεστὸς η ἔτος καὶ ζ ἔτος ἐτῶν ιβ …διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ἀξιῶν ταγῆναι αὐτόν εἰς τὴν τῶν ὁμηλίκων τάξιν ὡς καθήκει καὶ ὁμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους η Αὐτοκράτορος Καίσαρος Γαΐου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Μεσορη ιθ. …υς …ἐτῶν ιβ …ου υἱοῦ μεγάλου …Μερμέρθων …α…ης …