Ancient Greek
P.Oxy. 74 5014
Documentary Papyri, P.Oxy. 74 5014
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Διόσκορος Ἡρακλᾶτος καὶ Πετρῶνις Πεσόιτος ἀμφότεροι προστάται Ἰβιῶνος Ἀμμωνίου καὶ Κοπρεὺς πρωταύλης καὶ προεστὼς συμφωνίας αὐλητῶν τε καὶ μουσικῶν, οἱ μὲν περὶ τὸν Διόσκορον παρειληφέναι τὸν Κοπρέαν σὺν τῇ αὐτῇ συμφωνίᾳ λειτουργήσοντα τοῖς ἀπὸ τῆς κώμης πανηγυριζούσης ἐπὶ ἡμέρας ἑπτὰ ἀπὸ ιζ τοῦ ὄντος μηνὸς Παυνι μισθοῦ ἑκάστης ἡμέρας δραχμῶν ἑκατὸν εἴκοσι καὶ ἄρτων ζευγῶν μ, ἐλαίου ῥαφανίνου κοτυλῶν η, καὶ ὅλων τῶν ἡμερῶν οἴνου κεραμίου ἑνός, ὄξους κεραμίου ἑνός, πάντων ὄντων καθαρῶν. αὐτόθι δὲ ἔσχεν εἰς λόγον ἀρραβῶνος δραχμὰς τεσσαράκοντα καὶ τοῦτον σὺν τῇ συμφωνίᾳ παραλήμψονται ἀπὸ τοῦ Ὀξυρυγχίτου καὶ ἀποκαταστήσαντες ἐκεῖ παρέξονται αὐτοῖς ξενίαν ἀσφαλῆ καὶ ἀνεπηρέαστον καὶ μετὰ τὰς ἡμέρας ἑπτὰ πληρώσαντες αὐτοὺς τοῖς μισθοῖς καὶ ἐκτάκτοις ἀποκαταστήσουσι εἰς τὸν αὐτὸν Ὀξυρυγχίτην. ἐὰν μὴ …Ἰβιῶνος Ἀμμωνίου