Ancient Greek
P.Oxy. 74 5015
Documentary Papyri, P.Oxy. 74 5015
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Ἁτρῆς Κορνηλίου καὶ Δίδυμος Ἀντέρωτος ἀμφότεροι προστάται κώμης Θώσβεως καὶ Καλλίνικος Ἄπειτος ἀπʼ Ὀξυρύγχων πόλεως προεστὼς ἐργαστηρίου αὐλητῶν τε καὶ κροταλιστριῶν, οἱ μὲν περὶ τὸν Ἁτρῆν παρειληφέναι τὸν Καλλίνικον σὺν τῇ αὐτῇ συμφωνίᾳ λειτουργήσοντας τοῖς ἀπὸ τῆς κώμης ἐφʼ ἡμέρας ἑορτῶν πέντε ἀπὸ ιγ τοῦ Φαωφι ἕως ιζ καὶ αὐτῆς ιζ τοῦ αὐτοῦ μηνὸς μισθοῦ ἑκάστης ἡμέρας δραχμῶν ἑκατὸν εἴκοσι καὶ ἄρτων ζευγῶν τεσσαράκοντα καὶ ἐλαίου ῥαφανίνου …τῆς ἑορτῆς οἴνου κεραμίου ἑνὸς καὶ ὄξους ἑνός, πάντων ὄντων καθαρῶν. αὐτόθι δὲ μετεβάλοντο οἱ περὶ τὸν Ἁτρῆν τῷ Καλλινίκῳ …ὑπὲρ ἀρραβῶνος δραχμὰς εἴκοσι καὶ τοῦτον ἅμα τῇ συμφωνίᾳ παραλήμψονται χωρὶς θεοῦ βίας ἀπὸ τοῦ Ὀξυρυγχίτου διὰ …