Ancient Greek
P.Oxy. 75 5069
Documentary Papyri, P.Oxy. 75 5069
Not analysed yet
τοῖς τὸ δ μετὰ τὴν ὑπατείαν Φλαουΐου Βασιλείου τοῦ λαμπροτάτου, Φαρμοῦθι κζ, ἰνδικτίωνος θ. Αὐρήλιος Βαρθολομαῖος υἱὸς Φιλοξένου μητρὸς Ῥαχὴλ ὁρμώμενος ἀπὸ ἐποικίου Μεγάλης Παρορίου τοῦ Ὀξυρυγχίτου νομοῦ Νεφερῶτι μαύρῳ καὶ ἀπελευθέρῳ τοῦ μακαρίου Ἰωάννου γεναμένου μονάζοντος καὶ πριμικηρίου τῆς σχολῆς τῶν σιγγουλαρίων ἀπὸ τῆς Ἀρσινοϊτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν τὴν πρὸς ἀλλήλους συμπεφωνημένην καὶ ἀρέσασάν μοι τιμὴν πλήρης οἴνου ὀκταξέστων σηκωμάτων εἴκοσι τριῶν, γίνονται οἴνου ὀκτάξεστα σηκώματα κγ, ὅνπερ οἶνον παρὰ ληνὸν ἀπὸ γλεύκους ἀδόλου …γραμμάτιον Βαρθολομαίου υἱοῦ Φιλοξένου ἀπὸ ἐποικίου Μεγάλης Παρορίου οἴνου ὀκταξέστων σηκωμάτων κγ