Ancient Greek
P.Oxy. 75 5070
Documentary Papyri, P.Oxy. 75 5070
Not analysed yet
…βουκκελλάριος τοῦ ἐνδόξου οἴκου υἱὸς Μακαρίου τοῦ μακαριωτάτου ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως Τζιττᾷ τῷ ἐμῷ ἑτέρῳ υἱῷ καὶ αὐτῷ βουκκελλαρίῳ τοῦ αὐτοῦ ἐνδόξου οἴκου. ἔχω τε καὶ ὀφείλω σοι ἀποκρότως χρυσοῦ νομισμάτιον ἓν κερατίων δεκαοκτὼ Ἀλεξανδρείας γίνεται χρυσοῦ νομισμάτιον α κερατίων ιη Ἀλεξανδρείας. καὶ τοῦτο ἑτοίμως ἔχω παρασχεῖν σοι ἐν τῷ καιρῷ τοῦ ἐμοῦ βεστίου τῆς παρούσης ἐνάτης ἰνδικτίωνος ἀνυπερθέτως. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κουττας Δωρλαητις στοιχεῖ μοι τὸ γραμμάτιον τοῦτο ὡς πρόκειται. γραμμάτιον Κουττα βουκελλαρίου τοῦ ἐνδόξου οἴκου χρυσοῦ νομισματίου α κερατίων ιη Ἀλεξανδρείας