Ancient Greek
P.Oxy. 77 5112
Documentary Papyri, P.Oxy. 77 5112
Not analysed yet
Αὐρήλιος Ὀνήτωρ Αὐρηλίωι Φανίᾳ τῶι ἀξιολογωτάτωι χαίρειν. εὐθέως λαβών σου τὰ γράμματα ἐγενόμην παρὰ Διογένην τὸν ἔμπορον τῶν χορτοσπέρμων καὶ ἔμαθον αὐτὸν μὴ ἐπιδημοῦντα ἐπὶ τοῦ παρόντος. ἅμα δὲ τῷ σε ἀποδημῆσαι ἔπεμψε εἰς οἶκον Σιλλαρίων ἐπιζητῶν σε ἕνεκα ὧν ἐπέτρεψας αὐτῷ ἀγοράσαι σοι σπερμάτων, ἀποτασσόμενος διὰ τὸ μέχρι τούτου ἐπὶ τῇ κλίνῃ ἐστίν. καὶ γενάμενος πρὸς αὐτὸν εὗρον αὐτὸν πάνυ νοσοῦντα. διὸ οὖν τὸ δοκοῦν σοι γράψον μοι ἵν’ οὕτως ἐνθάδε πράξω. ἀλλὰ καὶ οἱ πράκτορες πολλὰ ἡμῖν παρεπαρηνώχλησαν. ἐρρῶσθαί σε εὔχομαι κύριέ μου. …παρ’ Ὀνήτορος