Ancient Greek
P.Oxy. 77 5113
Documentary Papyri, P.Oxy. 77 5113
Not analysed yet
χαῖρε, τέκνον Φανία, παρὰ Δωρίωνος. ἡδέως ἐπυθόμην σωζόμενόν σε ἐπανεληλυθέναι καὶ χάριν ἔχω τῷ Πολιεῖ Σαράπιδι ὅτι ἐρρωμένον ἀποκατέστησέ σε. πολλά με τὰ θορυβοῦντα ἦν, τέκνον Φανία, παρ’ ἐμαυτῷ ὥστε με μὴ ἀτρεμεῖν, ἅπερ οὐδὲ σὺ ἴσως ἀγνοεῖς· εὔχομαι δὲ πάντας ἡμᾶς κατὰ νοῦν πράττειν· ἴσως γὰρ ἀμείνονος τύχης λαβόμενοι δυνησόμεθα πάλιν πράττειν ὡς βουλόμεθα. …