Ancient Greek
P.Oxy. 77 5121
Documentary Papyri, P.Oxy. 77 5121
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐου Θεοδωρίχου τοῦ λαμπροτάτου Παχων …,ἰνδικτίονος η, ἐν Ὀξυρύγχων Φλαουΐῳ Φοιβάμμωνι τῷ αἰδεσίμῳ πολιτευομένῳ υἱῷ τοῦ τῆς εὐλαβοῦς μνήμης Μαρτυρίου γενομένου διακόνου γεουχοῦντι ἐνταῦθα τῇ Ὀξυρυγχιτῶν Αὐρήλιος Φιλόξενος υἱὸς Ἀείωνος μητρὸς Ἄννας ἀπὸ τῆς αὐτῆς χαίρειν. ὁμολογῶ συντεθεῖσθαί με πρὸς τὴν σὴν εὐγένειαν ἐπὶ τῷ με παραμεῖναι αὐτῇ ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς Παυνι τῆς παρούσης ὀγδόης ἰνδικτίονος καὶ χώραν ὀνηλάτου παρ’ αὐτῇ ἀποπληρῶσαι καὶ τῶν καταπιστευομένων μοι κτηνῶν τὴν ἐπιμέλειαν ποιήσασθαι καὶ δέξασθαί με λόγῳ μισθοῦ καθ’ ἕκαστον ἐνιαυτὸν ἀπὸ τοῦ εἰσιόντος μηνὸς σίτου ἀρτάβας …σπέρμου …τεσσερ… συνάλλαγμα Φιλοξένου υἱοῦ Ἀείωνος ὀνηλάτου