Ancient Greek
P.Oxy. 77 5122
Documentary Papyri, P.Oxy. 77 5122
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κϛ. τοῖς τὸ ιβ μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ λαμπροτάτου, Μεσορη κ, ἰνδικτίονος ιε, ἀρχῇ α. Αὐρήλιος …ς στιπποκογχιστὴς υἱὸς Μηνᾶ μητρὸς …ἀπὸ τῆς Ὀξυρυγχιτῶν Αὐρηλίῳ Κολλούθῳ ὁμογνησίῳ ἀδελφῷ ἐξ ἀμφοτέρων τῶν γονέων ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου εἰς ἰδίας μου καὶ ἀναγκαίας χρείας χρυσοῦ νομίσματα δεκατρία κατὰ τὴν συναλλαγὴν ταύτης τῆς Ὀξυρυγχιτῶν, γίνεται χρυσοῦ νομίσματα ιγ κεφαλαίου, ἅπερ ἀκίνδυνα ὄντα ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω σοι ἐν τρισὶν καταβολαῖς, oὕτως· τῷ μὲν Ἁθυρ μηνὶ τοῦ εἰσιόντος ἔτους σκθ ρϙη τῆς πρώτης ἰ¨νδικτίονος νομίσματα τέσσαρα τρίτον καὶ τῇ τεσσαρακοστῇ τῆς αὐτῆς πρώτης ἰνδικτίoνος ἄλλα νομίσματα τέσσαρα τρίτον καὶ τῷ Ἐπειφ μηνὶ τῆς αὐτῆς πρώτης ἰνδικτίονος ἀρχῇ δευτέρας ἐπινεμήσεως τὰ ἄλλα νομίσματα τέσσαρα τρίτον ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας. εἰ δὲ μὴ ἀπαντήσω τὴν ὁποτέραν καταβολὴν, ὁμολογῶ …ε…ε…βαλεῖν με …γραμμάτιον …στιπποκογχιστοῦ υἱοῦ Μηνᾶ ἀπὸ τῆς Ὀξυρυγχιτῶν χρυσοῦ νομισμάτων ιγ