Ancient Greek
P.Oxy. 8 1115
Documentary Papyri, P.Oxy. 8 1115
Not analysed yet
Αὐρηλίῳ Φιλιάρχῳ τῷ καὶ Ὡρίωνι στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίων Ἰσιδώρου καὶ Ἀσκληπιάδου καὶ Πλουτίνου ἀναπομπῶν ἄρτου. αἰτηθέντες ὑπὸ σοῦ ἐκ τῶν ἐπισταλέντων σοι ὑπὸ τοῦ διασημοτάτου ἡγεμόνος Πομπωνίου Ἰανουαριανοῦ καὶ τοῦ διασημοτάτου διοικητοῦ Αὐρηλίου Πρωτέα ἣν ἔχομεν αὐθεντικὴν ἀποχὴν οὗ ἀνηνέγκαμεν καὶ διαδεδώκαμεν ἄρτου, ἐπιδίδομέν σοι τὴν προκειμένην αὐθεντικὴν ἀποχὴν καὶ ταύτης ἀντίγραφον ἀξιοῦντες ὑποσημειώσασθαί σε πρὸς τὸ καὶ ἡμᾶς τὸ ἀσφαλὲς ἔχειν τῆς αὐτῆς αὐθεντικῆς ἀποχῆς. Μίκκαλος ἐπὶ διαδόσεως ἀννώνης Ἰσιδώρῳ καὶ Ἀσκληπιάδῃ ἐπιμεληταῖς Ὀξυρυγχείτου. παραδεδώκατε ἐν τῇ Πανῶν πόλει κατὰ κέλευσιν Αὐρηλίου Πρωτέα τοῦ κρατίστου διοικητοῦ ἀκολούθως αἷς ἐπηνέγκατε φορμαρίαις χωρήσασι στρατιώταις καὶ ναύταις ἄρτου …ους μυριάδας τρεῖς καὶ ὀκτακισχιλίους τετρακοσίους ἐνενήκοντα ἕξ, γίνονται μυριάδες γ Ηυϙϛ . ἔτους ϛ τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Εὐσεβοῦς Σεβαστοῦ Τῦβι ἑκκαιδεκάτῃ, Τῦβι ιϛ. Αὐρήλιος Φιλίαρχος ὁ καὶ Ὡρίων στρατηγὸς Ὀξυρυγχίτου ἔσχον τὴν αὐθεντικὴν ἀποχὴν συμφωνοῦσαν πρὸς τὸ προτεταγμένον ἀντίγραφον ἣν καὶ κατέπεμψα ὡς ἐκελεύσθη. ἔτους β Παχὼν κϛ.