Ancient Greek
P.Oxy. 8 1116
Documentary Papyri, P.Oxy. 8 1116
Not analysed yet
ὑπατείας Ἰουλιανοῦ τὸ δ καὶ Σαλλουστίου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου Θὼθ …Φλαουίῳ Ψοεῖτι λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Μουσῆ Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως συστάτου φυλῆς Δρόμου Γυμνασίου καὶ ἄλλων ἀμφόδων. δίδωμι καὶ εἰσαγγέλλω τῷ ἰδίῳ μου κινδύνῳ εἰς ἔποψιν ε…μαριων τῶν ἐξ ἔθους παρεχομένων ἐν τῷ ἱερῷ Αὐγούστου ὄντι ἐπὶ τῆς λαμπροτάτης Ἀλεξανδρίας ἐφʼ ἑνιαυτὸν ἕνα τὸν ἀπὸ νεομηνίας Θὼθ ἕως Μεσορὴ ἐπαγομένων πέμπτης καὶ αὐτῆς τῆς πέμπτης τοῦ ἐνεστῶτος ἔτους μ ἔτους θ ἔτους τὸν ἑξῆς ἐνγεγραμμένον ὄντα ἐπιτήδειον πρὸς τὴν χρείαν, ἔστι δὲ Αὐρήλιον Ζακάωνος Μελανᾶ ἀπὸ τῆς αὐτῆς πόλεως τῆς αὐτῆς φυλῆς. Αὐρήλιος Μουσῆς συστάτης ἐπιδέδωκα. Διόσκορος …ας ἔσχον …Ἀμμώνιος …