Ancient Greek
P.Oxy. 8 1117
Documentary Papyri, P.Oxy. 8 1117
Not analysed yet
παρά τινος καί τινος γενομένων ἐπιμελητῶν χρυσοῦ ξοάνου Ἀθηνᾶς τῆς καὶ Θοήριδος θεᾶς μεγίστης. ἔναγχος, ἡγεμὼν κύριε, ἐπιδημήσας ἐν τῇ ἡμετέρᾳ πόλει διέγνως μεταξὺ ἡμῶν καὶ ἀρχόντων ἔκκλητον …περὶ ὧν ὁ κράτιστος Μάγνος ἐκέλευσεν τῇ πόλει εἰσενεχθῆναι ἐν α… τάλαντα ιη ὑπὸ τῶν τὴν Θοῆριν ποιησάντων καὶ τῶν τοῦ ἔτους ἐστεφανωμένων ἀρχόντων· περὶ ὧν σὺ ὁ κύριος κατὰ τὰ δόξαντά σοι ἀπεφήνω οὕτως· ὁ τὴν ὑπόσχεσιν δοὺς καὶ ὁ τὴν σύνοψιν εἰληφὼς καὶ οἱ ἄρχοντες οἱ ἐξοδιάσαντες καὶ οἱ ἐπιμεληταὶ ἀποκαταστήσετε τῇ πατρίδι ὑμῶν τὸ ἐνδέον τοῦ χρυσίου κατὰ τὸ …ἡμεῖς οὖν, κύριε, αὐτοὶ μέτριοι ὄντες ἀξιοῦμεν ἀκολούθως καὶ τῇ ἀποφάσει …καὶ τοὺς ἐξοδιάσαντας δύο γυμνασιάρχους ὄντας τοῦ ἔτους καὶ τὸν ἀν… Θέωνα καὶ αὐτὸν ἐξοδιάσαντα διʼ ὅλου τοῦ ἔτους καὶ αἵρεσιν …παρά τε τεχνιτῶν χρυσοχόων λαβόντα καὶ γράμματα τῆς παραδόσεως παρὰ χρυσοχόων τῶν παραλαβόντων σχόντα καὶ ἐπὶ τόπων εἰς τὴν δ… καταχωρίσαντα ἀκολούθως οἷς καὶ κατεχώρισεν ὑπομνήμασι συντελεῖν εἰς φόρους ἡμῖν ϛ τὸν ἀριθμὸν ἐπιμεληταῖς …ηγε… ὄντες τὰ ιη τάλαντα τῇ πόλει ἐκ δυεῖν ταλάντων εἰσενέγκωμεν …καὶ οὕτως τὸ κελευσθὲν ὑπὸ σοῦ τοῦ κυρίου ἀκολούθως καὶ οἷς ἀπεφήνω γένηται, ἵνʼ ὦμεν εὐεργετημένοι. ἡμεῖς γὰρ …μέτρια κεκτήμεθα ἐξ ὧν καὶ μόλις ζῶμεν. διὸ δίκαιόν ἐστιν ἄλλας προθεσμίας ἡμῖν εἰς τὴν ἀπόδοσιν δοῦναι ἵνα …ὑπὸ ἑκάστου ἡμῶν τῶν ἐπιμελητῶν κατʼ ἔτος πόλει εἰσενεχθῶσι …δραχμαὶ Β, καὶ οὕτως καὶ ἡμεῖς δυνηθῶμεν ἐν τῇ ἰδίᾳ παραμένειν …καὶ μὴ ἀθρόως πολιορκηθέντες πρὸς τὴν …πρατοὶ γενέσθαι.