Ancient Greek
P.Oxy. 8 1127
Documentary Papyri, P.Oxy. 8 1127
Not analysed yet
ἐμίσθωσεν Ἀπολλώνιος Σώσου τοῦ Σώσου ἀπʼ Ὀξυρύγχων πόλεως Πουπλίῳ Οὐεττίῳ Διογένει εἰς ἔτη τέσσαρα ἀπὸ νεομηνίας Θὼθ τοῦ εἰσιόντος κδ ἔτους τὸν ὑπερῷον τόπον τῆς ὑπαρχούσης αὐτῷ ἐν Μουχινὺρ οἰκίας καὶ ὃν ἔχει ἐκεῖ περιστερεῶνα σὺν τῇ τούτου κλίμακι ξυλίνῃ, ἐνοικίου καὶ φόρου τούτων κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑξήκοντα ἀκινδύνων παντὸς κινδύνου. βεβαιουμένης δὲ τῆς μισθώσεως χράσθω ὁ μεμισθωμένος τῷ τε τόπῳ καὶ τῷ περιστερεῶνι ἐπὶ τὰ ἔτη τέσσαρα ἀκωλύτως καὶ ἀποδότω τῷ μεμισθωκότι τὸ ἐνοίκιον κατʼ ἔτος ἐν δόσεσι δυσὶ διὰ ἑξαμήνου τὰς αἱρούσας δραχμὰς τριάκοντα ,καὶ μετὰ τὸν χρόνον παραδότω τὸν αὐτὸν τόπον καὶ τὸν περιστερεῶνα ὡς ἐὰν παραλάβῃ καὶ τὰς ἐπικειμένας θύρας δύο κλεῖν μίαν ἧς δʼ ἂν μὴ παραδῷ τὴν ἀξίαν, ὃ δʼ ἂν προσοφειλέσῃ ἀποτεισάτω μεθʼ ἡμιολίας, τῆς πράξεως γεινομένης ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Μεσορὴ α…. Πούπλιος Οὐέττιος Διογένης μεμίσθωμαι τὸν περιστερεῶνα καὶ τὸν ὑπερῷον τόπον καὶ ἀποδώσω τὸ καθʼ ἔτος ἐνοίκιον ὡς πρόκειται.