Ancient Greek
P.Oxy. 8 1128
Documentary Papyri, P.Oxy. 8 1128
Not analysed yet
ἐμίσθωσεν Χαιρήμων ὁ καὶ Ἀμμώνιος Θέων μητρὸς Θεανοῦτος τῆς καὶ Σινθώνιος ἀπʼ Ὀξυρύγχων πόλεως Ἀμμωνίῳ ἀπελευθέρῳ Σαραπίωνος τοῦ καὶ Θεογένους ἀπὸ τῆς αὐτῆς πόλεως ἐπὶ χρόνον ἔτη δύο ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ ὄντος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ ἐν κώμῃ Σεφὼ οἰκίας τὸ συμπόσιον καὶ τὴν ἐντὸς αὐτοῦ κέλλαν ἐνοικίου κατʼ ἔτος δραχμῶν εἴκοσι ,ἃς ἀποδότω ὁ μεμισθώμενος Ἀμμώνιος τῷ μεμισθωκότι Ἀμμωνίῳ τῷ καὶ Θέωνι ἐπὶ τέλει ἑκάστου ἐνιαυτοῦ χωρὶς ὑπερθέσεως, καὶ μετὰ τὸν χρόνον παραδότω τοὺς τόπους καθαροὺς ἀπὸ κοπρίων καὶ πάσης ἀκαθαρσίας καὶ τὰς ἐπικειμένας θύρας καὶ κλεῖς. κυρία ἡ μίσθωσις. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου Φαρμοῦθι κη.