Ancient Greek
P.Oxy. 8 1129
Documentary Papyri, P.Oxy. 8 1129
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων Τῦβι κδ. Αὐρηλίᾳ Μίκι θυγατρὶ Θεοδώρου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Φοιβάμμωνος υἱοῦ Ἀρτεμιδώρου ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς Μεχεὶρ τοῦ ἐνεστῶτος ἔτους ρκε ϙδ τῆς παρούσης δευτέρας ἰνδικτίονος τοὺς διαφέροντάς σοι ἀπὸ οἰκίας οὔσης ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Μικρῆς Τευμενούθεως δύο τόπους ἤτοι συμπόσια σὺν χρηστηρίοις πᾶσι, καὶ τελέσω ὑπὲρ ἐνοικίου ἐνιαυσίως ἀργυρίου μυριάδας χιλίας διακοσίας ,ἅσπερ ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπόταν βουληθῇς παραδώσω τοὺς αὐτοὺς ἀνυπερθέτως. κυρία ἡ μίσθωσις καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Ἀρτεμιδώρου ὁ προκείμενος μεμίσθωμαι τοὺς τόπους καὶ ἀποδώσω τὸ ἐνοίκιον ὡς πρόκειται. …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος… di emu No…osios…