Ancient Greek
P.Oxy. 8 1131
Documentary Papyri, P.Oxy. 8 1131
Not analysed yet
…μ…οσις οἰνοχειριστῇ τοῦ ἐνδόξου οἴκου Ἰουλιανὸς νομικάριος. ἔχω τῆς σῆς ἀρετῆς καὶ χρεωστῶ αὐτῇ ὑπὲρ τιμῆς οἴνου πραθέντος μοι παρὰ σοῦ χρυσοῦ νομισμάτια δύο παρὰ κεράτια ὀκτώ, γίνεται χρυσοῦ νομισμάτια β παρὰ κεράτια η, καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν τῇ σῇ ἀρετῇ ἐν τῇ λοιπογραφίᾳ τοῦ ἐνδόξου οἴκου ἀνυπερθέτως. ἐγράφη μηνὶ Παῦνι θ, ἰνδικτίωνος α. ὁ αὐτὸς Ἰουλιανὸς νομικάριος συμφωνῶ τὸ πιττάκιον ὡς πρόκειται.