Ancient Greek
P.Oxy. 8 1132
Documentary Papyri, P.Oxy. 8 1132
Not analysed yet
Σαραπ Χαιρήμων Σαραπίωνος τοῦ …μητρὸς Ταπλουτᾶτος ἀπʼ Ὀξυρύγχων πόλεως Τρύφωνι Ἡρακλείδου τοῦ …ωνος μητρὸς Τααπολλωνίδου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἀπέχειν παρὰ σοῦ ἀποδιδόντος ἑκουσίως πρὸ προθεσμίας διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου Φανίου ἀρχιερατεύσαντος καὶ Πτολεμαίου τῶν σὺν Αὐδασίῳ Παυλείνῳ ἐπιτηρητῶν τραπέζης ἀργυρίου δραχμὰς ἑξακοσίας κεφαλαίου καὶ τοὺς τούτων μέχρι τοῦ νῦν τόκους ὡς τοῦ μηνὸς δραχμῶν δύο ,τὸ δὲ κεφάλαιον δανεισθέν σοι ὑπʼ ἐμοῦ κατὰ χειρόγραφον διὰ τῆς αὐτῆς τραπέζης ταῖς ἐπαγομέναις τοῦ δευτέρου ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Αὐτοκρατόρων εἰς προθεσμίαν …