Ancient Greek
P.Oxy. 8 1151
Documentary Papyri, P.Oxy. 8 1151
Not analysed yet
φεῦγε πνεῦμα μεμισημένον, Χριστός σε διώκει προέλαβέν σε ὁ υἱὸς τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον. ὁ θεὸς τῆς προβατικῆς κολυμβήθρας, ἐξελοῦ τὴν δούλην σου Ἰωαννίαν ἥν ἔτεκεν Ἀναστασία ἡ καὶ Εὐφημία ἀπὸ παντὸς κακοῦ. ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. κύριε Χριστέ, υἱὲ καὶ λόγε τοῦ θεοῦ τοῦ ζῶντος, ὁ ἰασάμεννος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, ἴασαι καὶ ἐπίσκεψαι καὶ τὴν δοῦλην σου Ἰωαννίαν ἣν ἕτεκεν Ἀναστασία ἡ καὶ Εὐφημία, καὶ ἀποδίωξον καὶ φυγάδευσον ἀπ’ αὐτῆς πάντα πυρετὸν καὶ παντοῖον ῥῖγος ἀμφημερινὸν τριταῖον τεταρταῖον καὶ πᾶν κακόν. εὐχαῖς καὶ πρεσβείαις τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ τῶν ἐνδόξων ἀρχαγγέλων καὶ τοῦ ἁγίου καὶ ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ καὶ θεολόγου Ἰωάννου καὶ τοῦ ἁγίου Σερήνου καὶ τοῦ ἁγίου Φιλοξένου καὶ τοῦ ἁγίου βίκτορος καὶ τοῦ ἁγίου Ἰούστου καὶ πάντων τῶν ἁγίων. ὃτι τὸ ὄνομά σου, κύριε ὁ θεός, ἐπικαλεσάμην τὸ θαυμαστὸν καὶ ὑπερένδοξον καὶ φοβερὸν τοῖς ὑπεναντίοις. ἀμήν.