Ancient Greek
P.Oxy. 8 1153
Documentary Papyri, P.Oxy. 8 1153
Not analysed yet
Ἀπολλώνιος Ἀπολλωνίωι τῶι υἱῶι χαίρειν. ἐκομισάμην διὰ Ἡρακλᾶτος τὰς κίστας, σὺν τοῖς βιβλίοις, ὡς γράφεις, καὶ τὸ λεπτίον τὸ ἡμίχουν τοῦ ἐλαίου ὃ γράφει Νικάνωρ πεπομφέναι. μετάδος Νικάνορι ὅτι …κεν Ἡρακλᾶς ὁ ναυτικὸς τὰς δραχμὰς ἑξακοσίας μεταβαλέσθαι ἡμῖν ο…ιας τῶν φορτίων αὐτοῦ. σήμερον γὰρ παρεγένετο· ἐγὼ δὲ εὑρὼν τὸ πλοῖον καταπλέον ἀναγκαίως ἔδοξα δηλῶσαί σοι περὶ τῶν προγεγραμμένων. κόμισαι διὰ Ὠριγᾶτος καρποδέσμια μικτὰ δύο ,ἓν μὲν σανδύκινον καὶ ἓν πορφυροῦν ἃ ἐδωρήσατό σοι Παυσανίας ὁ ἀδελφός σου πρὸ πολλοῦ ἐκ φιλοτιμίας αὐτοῦ κατηρτισμένα, περὶ ὧν κομισάμενος ἀντίγραψον. ἀβόλλην σοι ἐὰν εὕρω ἀγοράσαι ἰδιωτικῶς ἐν τάχει πέμψω, ἐὰν δὲ μή, ἐν οἴκῳ σοι καταρτιοῦμαι. αἱ λώδικες ἐξεταμήθησαν, ὁ δὲ λόγος αὐτῶν, ὡς γράφεις, ὑπὸ Διογᾶτος πεμφθήσεται Νικάνορι διὰ Ἡρακλᾶτος. τῆς γινομένης συνθέσεως τὸ πρόσχρωμον ἐνείλικται τῇδε τῇ ἐπιστολῇ, ὃ δώσεις τῷ Νικάνορι καταμαθεῖν, ἵνʼ, ἐὰν αὐτῷ ἀρέσκῃ, γράψῃ ἡμῖν· οὔπω γὰρ ἐξεδόθη. ἐντοπίᾳ δὲ πορφύρᾳ χρήσασθαι μέλλομεν. ἔρρωσο. Μεχεὶρ ϛ. Ἀπολλωνίῳ …μ πρι τῶν ἐν Ἀλεξανδρείᾳ …