Ancient Greek
P.Oxy. 8 1155
Documentary Papyri, P.Oxy. 8 1155
Not analysed yet
Θωνᾶς Ἀπίονι τῷ φιλτάτῳ πλεῖστα χαίρειν. γιγνώσκειν σε θέλω ὅτι εὐθὺς ἐπιβέβηκα εἰς Ἀλεξάνδρηαν, εὐθέως μεμέληκε ἐμοὶ περὶ τοῦ πράγματος οὗ με ἠρώτηκες. εὗρον τὸν ἄνθρωπον καλῶς πράσσοντα τὰ μεγάλα. ἀσπάζου πάντας τοὺς φίλους. αὐτὸ τὸ πρόγραμμα τοῦ ἡγεμόνος ἔπεμψά σοι ἵνα ἐπιγνοῖς πρὸς τί σοί ἐστι. ἔρρωσο. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παχὼν α. ἀπόδος εἰς τὸ Ἰσῖν Ἀπίωνι παστοφόρῳ παρὰ Θεονᾶτος.