Ancient Greek
P.Oxy. 8 1156
Documentary Papyri, P.Oxy. 8 1156
Not analysed yet
χαῖρε, κύριέ μου Ἀντᾶ, παρὰ Ἀνουβίωνος. προσῆλθέν μοι Σαραπίων ὁ ἀπὸ Φιλονίκου ὡς ἕνεκεν ὀλίγων σιταρίων εἰς πρᾶσιν· ἐὰν οὖν θέλῃς αὐτῷ δοῦναί τι καὶ ἀντὶ τῆς τιμῆς καὶ τὸ πάτημα παρʼ αὐτοῦ λαβεῖν, ἐπεὶ μέλλομεν χόρτου χρείαν ἔχειν. ἔπεμψα οὖν αὐτὸν πρὸς σὲ ἵνα τὸ δοκοῦν σοι μετʼ αὐτοῦ ποιήσῃς …υ… τῷ ἀρίστῳ πάτρωνι Ἀντᾷ …