Ancient Greek
P.Oxy. 8 1159
Documentary Papyri, P.Oxy. 8 1159
Not analysed yet
…συνκοι…ων…α… ἑαυτοῦ ἵνα μὴ βαρήσω αὐτῷ ὀψωνίου, ἐπεὶ ἔγραψα αὐτῷ ὅτι μέχρι λ ἔρχομαι. εἰ δὲ μή γε, σύνταξαι αὐτῷ ὅτι ἐλεύσεται μέχρι ιε Φαμενώθ. περὶ δὲ τοῦ θέματος τοῦ σίτου μὴ ἀμελήσῃς τοῦ ἐνοχλῆσαι Θωνίῳ. περὶ δὲ καὶ τῶν ἐμῶν συνέργων, τάξαι τοῖς ἀνθρώποις ὅτι πέμπω τὰ ἀναλώματα αὐτῶν, ἔασον δὲ παρʼ αὐτοῖς τὰ σύνεργα ἕως πέμψω τὰ ἀναλώματα. ἐρχομένη ἔνεγκον τὸ τυλάριον τὸ παλαιὸν τὸ ἐν τῷ συμποσίῳ ἄνω. ἄσπασαι τὰ ἀβάσκαντά μου παιδία καὶ τὴν μητέρα ἡμῶν καὶ τὴν ἀδελφήν σου καὶ τοὺς ἡμῶν πάντας.