Ancient Greek
P.Oxy. 8 1158
Documentary Papyri, P.Oxy. 8 1158
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Διοδώρῳ Λούκις καὶ Σαραπίων πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὐχόμεθά σε ὁλοκληρεῖν μετὰ τοῦ οἴκου σου ὅλου. θαμὰ τῆς ἡμέρας προσδοκῶμέν σε ἐλθεῖν πρὸς ἡμᾶς. καλῶς οὖν ποιήσεις ἀπελθεῖν πρὸς Ἀρητίωνα τὸν ἀρτοκόπον καὶ δέξαι παρʼ αὐτοῦ τέσσερα τάλαντα ἃ αὐτοῦ ὄντος ἐν Ἀλεξανδρίᾳ ἔλαβεν παρʼ ἡμῶν· ἀλλʼ ὅρα μὴ ἀμελήσῃς. ἐὰν οὖν λάβῃς τὰ τέσσερα τάλαντα ἀπʼ αὐτοῦ, ἐρχομένου σου πρὸς ἡμᾶς ἀγόρασον ἡμῖν σιτία εἰς τὴν χρῆσιν ἡμῶν καὶ δέξαι τὰ γαρίδια καὶ πέμψον ἡμῖν. ἰδοῦ οὖν ἔγραψα Ἀριτίωνι ἵνα σοι δῷ τὰ τέσσερα τάλαντα. ἐπεὶ οὖν εἴρηκας ὅτι παστάδια θέλεις, ὅταν εἰσενεχθῇ πέμπω σοι. ἔλαβα οὖν τὸ κνίδιον παρὰ Ἀμμωνᾶ τοῦ ὄξους καὶ ἔπεμψά σοι διʼ αὐτοῦ σφυρίδιον τραγημάτων καὶ σόλιον. ἀσπάζομεν τὴν ἀδελφὴν καὶ θυγατέρα Ἑλενοῦν καὶ τὴν θυγατέρα αὐτῆς. ἄσπασον Ἀφῦγχιν καὶ Τέχωσιν καὶ Πτολεμαῖον ἀφʼ ἡμῶν. ἐὰν οὖν μάθῃς ὅτι μέλλει διαβαλεῖν σε Ἀρητίων περὶ τῶν χαλκίνων, γράψον μοι καὶ πέμπω αὐτῷ ἐπιθήκην. ἐρρῶσθαί σοι εὔχομαι πολλοῖς χρόνοις. ἀπόδος Διοδώρῳ καπήλῳ παρὰ Λουκίου φίλου.