Ancient Greek
P.Oxy. 82 5341
Documentary Papyri, P.Oxy. 82 5341
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ι, ὑπατείας τῆς αὐτῶν γαληνότητος τὸ β ,Παυνι κα, ἰνδικτίωνος η, ἔτους σνα σκ, ἀρχῇ θ . Φλάουϊαι Μεγαλὼ καὶ Ἀναστασία αἱ λαμπρόταται θυγατέρες τοῦ τῆς ἐνδόξου μνήμης Πτολεμαίου τῇ ἐξακτορικῇ τάξει τοῖς τε βοηθοῖς λογιστηρίου ταύτης τῆς νέας Ἰουστίνου πόλεως. ἐπιστέλλομεν τὰ ὑποτεταγμένα. ἔσεσθε εἰδότες ὡς Τμουε καὶ Δόρκωνος τὰς διενεγκούσας ἡμῖν μηχανὰς ἐν Θαμμου τῇ κώμῃ κειμένας διαπεπράκαμεν δι’ ἐγγράφου ὠνῆς τῷ σοφωτάτῳ σχολαστικῷ Θεοδώρῳ καὶ ἐπληρώθημεν τὴν τούτων τιμήν. ἐπεὶ οὖν συνεφωνήσαμεν πρὸς αὐτὸν ὥστε αὐτὸν συντελεῖν ὑπὲρ τῶν αὐτῶν μηχανῶν καὶ παντὸς αὐτῶν τοῦ δικαίου λόγῳ μὲν ἐμβολῆς σίτου κανόνος ἀρτάβας δεκαοκτὼ εἰς ῥυπαροῦ καγκέλλῳ σὺν προσθήκῃ ἀρτάβας εἴκοσι πέντε χοίνικας τέσσαρας, ὑπὲρ δὲ κανονικῶν δημοσίων κεράτια εἴκοσι δημοσίῳ εἰς Ἀλεξανδρείας κεράτια εἴκοσι ἥμισυ καὶ ὑπὲρ ναύλου Ἀλεξανδρείας καὶ μεταφορᾶς καὶ ἄλλων κεράτια ἑπτὰ ἥμισυ τέταρτον, θελήσατε δεχόμενοι τὸ παρὸν ἐπίσταλμα κουφίσαι μὲν τὸ ἡμῶν ὄνομα ἐπὶ τῇ εἰρημένῃ ἐμβολῇ, ἥτις συντελεῖ εἰς σίτου κανόνος ἀρτάβας δεκαοκτὼ καὶ εἰς ῥυπαροῦ καγκέλλῳ σὺν προσθήκῃ ἀρτάβας εἴκοσι πέντε χοίνικας τέσσαρας, ὑπὲρ δὲ κανονικῶν δημοσίων κεράτια εἴκοσι δημοσίῳ εἰς Ἀλεξανδρείας κεράτια εἴκοσι ἥμισυ …εἰς τὴν προσηγορίαν …ἐπίσταλμα τοῦ κουφισμοῦ ……λα…