Ancient Greek
P.Oxy. 82 5342
Documentary Papyri, P.Oxy. 82 5342
Not analysed yet
θελήσῃ σου ἡ θαυμασιότης παρασχεῖν εἰς τὸ Μέγα Ὄρος μετὰ τὰς ἄλλας τριακοσίας ἀρτάβας σίτου ἄλλας ἀρτάβας διακοσίας κατὰ τὸ ἔθος καὶ ἐπὶ τῆς ἑβδόμης ἰνδικτίωνος, γίνονται σίτου ἀρτάβαι σ μόναι. Ἐπειφ ιβ, ἰνδικτίωνος ϛ. ἐπίδος τῷ θαυμασιωτάτῳ Μηνᾷ προνοητῇ Νετνηου παρὰ τῶν γραμματέων.