Ancient Greek
P.Oxy. 83 5371
Documentary Papyri, P.Oxy. 83 5371
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κε, τοῖς τὸ ι μετὰ τὴν ὑπατείαν Φλαουΐου Βασιλίου τοῦ λαμπροτάτου, Θωθ θ, ἰνδικτίωνος ιε, ἐν Ὀξυρύγχων πόλει. Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος …διαπραγματευόμενος ἐν κώμῃ Σεφθα τοῦ Ὀξυρυγχίτου νομοῦ παγαρχουμένῃ ὑπὸ τῆς ὑμετέρας ὑπερφυείας, ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος Θεὸν τὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν τῆς καλλινίκου τύχης ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμῶν ἐνδοξότητι …μητρὸς Μαύρας ὁρμώμενον καὶ αὐτὸν ἀπὸ τῆς αὐτῆς κώμης Σεπφθα …ε…κ… καὶ …ης …