Ancient Greek
P.Oxy. 83 5372
Documentary Papyri, P.Oxy. 83 5372
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κε, τοῖς τὸ ια μετὰ τὴν ὑπατείαν Φλαουΐου Βασιλείου τοῦ λαμπροτάτου, Μεχειρ α, ἰνδικτίωνος ιε. Φλαουΐῳ Ἀπίωνι τῷ ἐνδοξοτάτῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Θεόδωρος πραγματευτής υἱὸς Φαρεσμανίου ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν καταμένων ἐκ πολλοῦ τοῦ χρόνου ἐνταῦθα τῇ αὐτῇ Ὀξυρυγχιτῶν πόλει. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐπομνύμενος Θεὸν τὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν τῆς καλλινίκου τύχης ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῷ ἐνδόξῳ ὑμῶν οἴκῳ …ὁρμώμενον ἀπὸ κτήματος …ἐγγύη Θεοδώρου υἱοῦ Φαρεσμανίου …