Ancient Greek
P.Oxy. 83 5373
Documentary Papyri, P.Oxy. 83 5373
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κϛ, τοῖς τὸ ια μετὰ τὴν ὑπατείαν Φλαουΐου Βασιλείου τοῦ λαμπροτάτου, ἐπαγομένων α, ἰνδικτίωνος ιε. Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ καὶ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιοι Παμουν υἱὸς Ἀλεοῦτος μητρὸς Ἑλένης καὶ Ἰωνᾶς γραμματεὺς υἱὸς Δανιηλίου μητρὸς …είης καὶ Ὧρος υἱὸς Ἰωσὴφ καὶ Παμούθιος υἱὸς Φοιβάμμωνος οἱ πάντες ὁρμώμενοι ἀπὸ κώμης Σεφω τοῦ Ὀξυρυγχίτου νομοῦ παγαρχουμένης ὑπὸ τῆς ὑμετέρας ὑπερφυείας, χαίρειν. ὁμολογοῦμεν ἑκουσίᾳ γνώμῃ ἐπομνύμενοι Θεὸν τὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῆς καλλινίκου τύχης ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ Αὐρηλίους Ἀλεοῦν υἱὸν Ἀνουπ καὶ Σουροῦν υἱὸν …λ…ος ὁρμωμένους ἀπὸ τῆς αὐτῆς κώμης, ὥστε αὐτοὺς ἀδιαλείπτως παραμεῖναι ἐν τῇ αὐτῇ κώμῃ καὶ μηδαμῶς αὐτοῦς ἀπολιμπάνεσθαι μήτε μὴν μεθίστασθαι εἰς ἕτερον τόπον ἀλλὰ καὶ ἐπιζητουμένους αὐτοὺς πρὸς ἡμᾶς ἐν οἱᾳδήποτε ἡμέρᾳ, οἱασδηποτοῦν ἕνεκεν προφάσεως, τούτους παραφέρομεν καὶ παραδώσομεν δημοσίᾳ ἐπὶ ταύτης τῆς πόλεως ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ παντὸς τόπου προσφυγῆς ἔνθα αὐτοὺς καὶ παρειλήφαμεν, ἐν τῇ δημοσίᾳ φυλακῇ ταύτης τῆς πόλεως. ἢ εἰ μὴ τοῦτο ποιήσομεν ὑπεύθυνοι εἶναι πᾶσιν τοῖς πρὸς αὐτοὺς ἐπιζητουμένοις ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Παμουν μείζων υἱὸς Ἀλεοῦ καὶ Ἰωνᾶς γραμματεύς υἱὸς Δανιὴλ καὶ Ὥρος υἱὸς Ἰωσὴφ καὶ Παμούθιος υἱὸς Φοιβάμμωνος οἱ προγεγραμμένοι πεποιήμεθα τήνδε τὴν ἐγγύην ἀναδεχόμενοι τοὺς προειρημένους Ἀλεοῦν καὶ Σουροῦν ἐπὶ πᾶσι τοῖς προαναφερομένοις ἐν ταύτῃ τῇ ἐγγύῃ κινδύνῳ ἡμῖν καὶ συμφωνεῖ ὑμῖν πάντα ὡς πρόκειται καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν καὶ ἀπελύσαμεν. ὁ αύτὸς Ἰωνᾶς γραμματεύς ἔγραψα ὑπέρ τε ἐμοῦ …