Ancient Greek
P.Oxy. 83 5379
Documentary Papyri, P.Oxy. 83 5379
Not analysed yet
…ἐπιζητουμένους αὐτοὺς πρὸς ἡμᾶς παρὰ τῆς ὑμῶν ὑπερφυείας ἐν οἱᾳδήποτε ἡμέρᾳ, οἱασδηποτοῦν ἕνεκεν προφάσεως, τούτους παραφέρομεν καὶ παραδώσομεν δημοσίᾳ ἐπὶ ταύτης τῆς πόλεως ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων ἔνθα αὐτοὺς καὶ παρειλήφαμεν, ἐν τῇ φυλακῇ τοῦ αὐτοῦ ἐνδόξου οἴκου. ἢ εἰ μὴ τοῦτο ποιήσομεν ὁμολογοῦμεν ὑπεύθυνοι εἶναι πᾶσι τοῖς πρὸς αὐτοὺς ἐπιζητουμένοις ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. τὸ κοινὸν τῶν προγεγραμμένων ὀνομάτων πεποιήμεθα ταύτην τὴν ἐγγύην ἀναδεχόμενοι τοὺς προγεγραμμένους Ἀπαῶρον καὶ Τουαν κατὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ὡς πρόκειται. Ἰωάννης ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di emu Iohannu sumbolaiographu eteliothe