Ancient Greek
P.Oxy. 83 5380
Documentary Papyri, P.Oxy. 83 5380
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιγ, ὑπατείας τῆς αὐτῶν γαληνότητος τὸ β, καὶ Φλαουΐου Τιβερίου τοῦ καὶ Νέου Κωνσταντίνου τοῦ εὐτυχεστάτου ἡμῶν Καίσαρος, Ἁθυρ θ, ἰνδικτίωνος ιβ. Φλαουΐῳ Ἀπίωνι τῷ τῆς ἐνδόξου μνήμης, γεουχοῦντι καὶ ἐνταῦθα τῇ Νέᾳ Ἰουστίνου πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιοι Σ…μην υἱὸς Ἀπολλῶ καὶ Φιλέας υἱὸς Ερατω… …ος ἀπὸ ἐποικίου Πετρωνίου τῆς Νέας Ἰουστίνου πόλεως, μετ’ ἐγγυητοῦ τοῦ ἀναδεχομένου …αὐτοὺς εἰς ἀπόδοσιν τῆς ἑξῆς δηλουμένης ἐμοῦ Αὐρηλίου Τουαν φορ υἱοῦ Φιλοξένου ἀπὸ τοῦ αὐτοῦ ἐποικίου κτήματος τῆς ὑμῶν ὑπερφυείας ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ ἐνεστῶτος ἔτους σνε σκδ τῆς παρούσης δωδεκάτης ἰνδικτίωνος, κατασπορᾶς δὲ καὶ συλλογῆς καρπῶν τῆς σὺν Θεῷ τρεισκαιδεκάτης ἐπινεμήσεως, ἀπὸ τῶν ὑπαρχόντων τῇ ὑμῶν ὑπερφυείᾳ διακειμένων ἐν πεδίοις τοῦ αὐτοῦ κτήματος ἐξ ἀπηλιώτου τοῦ …υτ…σι…σεται…ν μηχανὴν καλουμένην Απ… ἐξηρτισμένην πάσῃ ξυλικῇ ἐξαρτίᾳ καὶ σιδηρώμασιν, μετὰ καὶ τοῦ ἐπικειμένου ὁλοκλήρου λάκκου καὶ ὑδρεύματος καὶ κυκλευτηρίου καὶ μηχανικῶν ὀργάνων καὶ φυτῶν παντοίων καὶ παντὸς ἑτέρου δικαίου ταύτης μετὰ καὶ τῶν συγγεωργουμένων καὶ ὑποστελλουσῶν τῇ αὐτῇ μηχανῇ ἀρουρῶν ……ν καὶ τελέσω τῇ ὑμῶν ὑπερφυείᾳ ὑπὲρ φόρου ἀποτάκτου τούτων καθ’ ἕκαστον ἐνιαυτὸν ἐπί τε νειλοβρόχῳ καὶ ἀβρόχῳ σίτου ἀπὸ καλοῦ γενήματος κεκοσκινευμένου ἀρτάβας ……ειμων καὶ παραλη…ρυτ…ν λε…κ… …σ…ιδ…ιδ…με… καὶ ……ικου…ε…π… τὰ ἑορτικὰ καὶ πάντα τὰ …ἀκίνδυνος ὁ φόρος ἀπὸ παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὴν ὑμῶν ὑπερφύειαν …ο…ν τὸν ……εἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα …καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ……πεποίημαι τὴν μίσθωσιν ……δι’ ἐμοῦ …