Ancient Greek
P.Oxy. 83 5388
Documentary Papyri, P.Oxy. 83 5388
Not analysed yet
ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους δ, Ἁθυρ ι…, ἰνδικτίωνος ε. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ ἐν εὐκλεεῖ τῇ μνήμῃ Ἀπίωνος γενομένου πατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχήν, Γεώργιος νομικάριος καὶ προνοητὴς τοῦ ἐνδόξου ὑμῶν οἴκου, υἱὸς τοῦ μακαρίου Ἀνουπ γενομένου καὶ αὐτοῦ νομικαρίου, ἑξῆς ὑπογράφων ἰδίᾳ χειρί, ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως, χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπ’ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Μέσης, διακειμένην ἐν πεδίοις τοῦ κτήματος Τροΐλλου, ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν μικροῦ ἐργάτου ἑνὸς κυλλῆς κυκλάδος μιᾶς, ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν …χειρογραφία Γεωργίου νομικαρίου τοῦ ἐνδόξου οἴκου ὑποδοχῆς μικροῦ ἐργάτου ἑνὸς κυλλῆς κυκλάδος μιᾶς