Ancient Greek
P.Oxy. 83 5389
Documentary Papyri, P.Oxy. 83 5389
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Μαυρικίου Νέου Τιβερίου μεγίστου εὐεργέτου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ἕκτου καὶ ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἔτους πέμπτου, Φαμενωθ τεσσαρεσκαιδεκάτῃ, ἕκτης ἰνδικτίωνος. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ ἐν εὐκλεεῖ τῇ μνήμῃ Ἀπίωνος γενομένου πατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσι τῆν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Ἰωάννης υἱὸς Ἐνὼχ μητρὸς …ς ὁρμώμενος ἀπὸ κτήματος Παρθενιάδος διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος αὐτῆς γεωργός, χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπ’ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Μακρης Βορρινῆς ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμον γῆν μεγάλου ἐργάτου ἑνὸς, ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμετέραν ὑπερφύειαν διὰ τῶν αὐτῇ προσηκόντων ὥστε κελεῦσαι παρασχεθῆναί μοι τὸν αὐτὸν μέγαν ἐργάτην. καὶ εὐθέως πρόνοιαν …χειρογραφία Ἰωάννου υἱοῦ Ἐνὼχ …