Ancient Greek
P.Oxy. 83 5390
Documentary Papyri, P.Oxy. 83 5390
Not analysed yet
…Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ζ, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ϛ, Φαωφι κδ, ἰνδικτίωνος ἑβδόμης. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς πανευκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρκίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις προσώποις τὴν ἀγωγὴν καὶ ἐνοχήν Αὐρήλιος Πανευους ἀπὸ μειζόνων υἱὸς τοῦ μακαρίου Ἀπολλῶ, ἑξῆς ὑπογράφων ἰδίᾳ χειρί, ὁρμώμενος ἀπὸ κώμης …τοῦ Ὀξυρυγχίτου νομοῦ παγαρχουμένης παρὰ τῆς ὑμετέρας ὑπερφυείας πρωτοκωμήτης χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Μηνᾶν υἱὸν …μητρὸς Σοφίας ὁρμώμενον ἀπὸ κώμης Μούχεως τοῦ Ἀρσινοΐτου νομοῦ ὅντινα καὶ ἐπιζητούμενον πρὸς ἐμὲ παρὰ τῆς ὑμετέρας ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ε…