Ancient Greek
P.Oxy. 83 5394
Documentary Papyri, P.Oxy. 83 5394
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν. βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Μαυρικίου Νέου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ια, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ι, Ἁθυρ ιη, ἰνδικτίωνος ἑνδεκάτης. Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Ἰοῦστος υἱὸς Ἀμουθίου μητρὸς …ὁρμώμενος ἀπὸ ἐποικίου …λους τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. χρείας καὶ νῦν γεναμένης …χειρογραφία Ἰούστου υἱοῦ Ἀμουθίου …