Ancient Greek
P.Oxy. 83 5395
Documentary Papyri, P.Oxy. 83 5395
Not analysed yet
……ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους …Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾶ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Βίκτωρ ὁ αἰδέσιμος ἀδιούτωρ τοῦ πολιτικοῦ σκρινίου τῆς ἐπιχωρίου πολιτικῆς τάξεως, υἱὸς τοῦ τῆς μακαρίας μνήμης Γεωργίου, ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως, ἀποταττόμενος πάσῃ φόρου παραγραφῇ καὶ δικαιολογίᾳ καὶ βοηθείᾳ νόμων ἁρμοζούσῃ μοι ἢ ἁρμόσαι δυναμένῃ, ἐξαιρέτως δὲ καὶ τῇ νεαρᾷ νομοθεσίᾳ τῇ περὶ τῶν ἐγγυητῶν ἐκφωνηθείσῃ, χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει δίχα παντὸς δόλου χωρὶς ἐπομνύμενος πρὸς τῆς ἁγίας καὶ ζωοποιοῦ Τριάδος καὶ πρὸς τῆς βασιλικῆς σωτηρίας ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Ἀβραάμιον υἱὸν Ἀνουθίου μητρὸς Σοφίας ὁρμώμενον ἀπὸ κώμης Ὤφεως τοῦ Ὀξυρυγχίτου νομοῦ, ἐφ’ ᾧτε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῇ αὐτοῦ κώμῃ μετὰ τῶν αὐτοῦ φιλτάτων καὶ πάσης τῆς αὐτοῦ ἀποσκευῆς ἀποκρινόμενον εἰς ἅπαντα τὰ ὁρῶντα τὸ αὐτοῦ πρόσωπον ἤτοι τὴν τοῦ κωμήτου τύχην καὶ μηδαμῶς αὐτὸν ἀπολειμπάνεσθαι μήτε μὴν μεθίστασθαι εἰς ἕτερον τόπον, ἀλλὰ καὶ ἐπιζητούμενον αὐτὸν πρὸς ἐμὲ παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐν οἱᾳδήποτε ἡμέρᾳ, οἱασδηποτοῦν ἕνεκεν προφάσεως, τοῦτον παροίσω καὶ παραδώσω δίχα παντὸς τόπου προσφυγῆς καὶ λόγου ἔνθα αὐτὸν καὶ παρείληφα, ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου. εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ παρασχεῖν καὶ καταβαλεῖν ἐπὶ τὴν ὑμῶν ὑπερφύειαν διὰ τῶν αὐτῇ προσηκόντων ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσίου λίτρας τρεῖς ἔργῳ καὶ δυνάμει ἀπαιτουμένας κινδύνῳ ἐμῷ καὶ τῆς πάσης μου ὑποστάσεως. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Βίκτωρ σὺν Θεῷ ἀδιούτωρ τοῦ πολιτικοῦ σκρινίου υἱὸς τοῦ μακαρίου Γεωργίου ὁ προγεγραμμένος ἐγγυῶμαι καὶ ἀναδέχομαι τὸν προειρημένον Ἀβραάμιον ἐπὶ ……ἐν τῇ παρούσῃ ἐγγύῃ ὡς πρόκειται ὑπογράψας χειρὶ ἐμῇ καὶ ἀπέλυσα. …di emu …eteliothh ἐγγύη Βίκτορος τοῦ αἰδεσίμου ἀδιούτορος τοῦ πολιτικοῦ σκρινίου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως ἀναδεχομένου Ἀβραάμιον υἱὸν Ἀνουθίου ἀπὸ κώμης Ὤφεως …