Ancient Greek
P.Oxy. 84 5434
Documentary Papyri, P.Oxy. 84 5434
Not analysed yet
Ἡγεμάχῳ …α… παρὰ Θεοφίλου τοῦ Θεοδοσίου. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ζ ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ τὰ ὑπάρχοντά μοι πρόβατα πεντήκοντα αἶγα μίαν καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας ἐρίφους, ἃ νεμήσονται περὶ τὸ Τήρου ἐποίκιον τῆς ἄνω τοπαρχίας καὶ δι’ ὅλου τοῦ νομοῦ διὰ νομέως τοῦ προγεγραμμένου Θεοφίλου λαογραφουμένου περὶ τὸ Τήρου ἐποίκιον, ὧν καὶ τάξομαι τὸ καθῆκον τέλος.