Ancient Greek
P.Oxy. 84 5435
Documentary Papyri, P.Oxy. 84 5435
Not analysed yet
…Σενεπτα. Ἱέρακι στρατηγῶι παρὰ Διονυσοδώρου τοῦ Ἔρωτος καὶ Φετσίριος τοῦ Ἔρωτος καὶ Παποντῶτος τοῦ Εὐτυχίωνος. ἀπογραφόμεθα εἰς τὸ ἐνεστὸς ζ ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ τὰ ὑπάρχοντα ἡμῖν πρόβατα, τοῦ μὲν Διονυσοδώρου πρόβατα πεντήκοντα πέντε αἶγας πέντε, τοῦ δὲ Φετσίριος πρόβατα τεσσαράκοντα, τοῦ δὲ Παποντῶτος πρόβατα δέκα, γίνονται ἐπὶ τὸ αὐτὸ πρόβατα ρε αἶγες ε, καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας ἐρίφους ἐπιμεμιγμένα ἀλλήλοις, ἃ νεμήσεται περὶ Σενεπτα τῆς μέσης τοπαρχίας καὶ δι’ ὅλου τοῦ νομοῦ διὰ νομέως ἑνὸς τῶν προγεγραμμένων Παποντῶτος λαογραφουμένου περὶ Σεσφθα τῆς κάτω τοπαρχίας, ὧν καὶ ταξόμεθα τὸ καθῆκον τέλος. εὐτύχει. …Ἀπολλώνιος τοπάρχης σεσημείωμαι πρόβατα ἑκατὸν πέντε, αἶγας πέντε …