Ancient Greek
P.Oxy. 84 5439
Documentary Papyri, P.Oxy. 84 5439
Not analysed yet
Χαιρέᾳ στρατηγῷ παρὰ …ω… λικος. ἀπογράφομαι εἰς τὸ ἐνεστός τρισκαιδέκατον ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ τὰ ὑπάρχοντά μοι πρόβατα σύμμικτα εἴκοσι δύο αἶγαν μίαν, γίνονται πρόβατα κβ αἴξ α, καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας ἐρίφους, ἃ νεμήσονται περὶ Ταμπεμου τῆς πρὸς ἀπηλιώτου τοπαρχίας καὶ δι’ ὅλου τοῦ νομοῦ διὰ νομέως Ἀφύγχιος ἀφήλικος ἀναγραφομένου περὶ Κωι τοῦ Κυνοπολίτου, ὧν καὶ τάξομαι τὸ καθῆκον τέλος. εὐτύχει. Ἀπολλώνιος τοπάρχης σεσημείωμαι πρόβατα εἴκοσι δύο αἶγα μίαν, γίνονται πρόβατα κβ αἴξ α. ἔτους ιγ Τιβερίου Καίσαρος Σεβαστοῦ …