Ancient Greek
P.Oxy. 84 5440
Documentary Papyri, P.Oxy. 84 5440
Not analysed yet
Τῆις. Μεχειρ ε. ιδ α. Θέωνι καὶ Σαραπίωνι παρὰ Ἡρᾶτος τοῦ Διδύμου. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς γ ἔτος Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος τὰ ὑπάρχοντά μοι πρόβατα δεκατέσσαρα αἶγα μίαν, γίνονται πρόβατα ιδ αἴξ α, καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας ἐρίφους, ἃ νεμήσονται περὶ Τῆιν τῆς Θμοισεφω τοπαρχίας καὶ δι’ ὅλου τοῦ νομοῦ διὰ νομέως Διδύμου τοῦ Μενάνδρου ἀφήλικος ἀναγραφομένου εἰς τὴν αὐτὴν κώμην, ὧν καὶ τάξομαι τὸ καθῆκον τέλος. εὐτυχεῖτε.