Ancient Greek
P.Oxy. 84 5441
Documentary Papyri, P.Oxy. 84 5441
Not analysed yet
Πτολεμαίῳ βασιλικῷ γραμματεῖ παρὰ Ὠφελίωνος τοῦ Ὥρου. ἀπεγραψάμην τῷ ἐνεστῶτι ἔτει ἐπὶ κώμης Θώλθεως τῆς μέσης τοπαρχίας ἃ ἔχω θρέμματα καὶ πρώτης ἀπογραφῆς ἀπὸ γονῆς ἄρνας τέσσαρας, οἷς οὐδὲν προσεγένετο εἰς τὴν δευτέραν ἀπογραφην, καὶ ὀμνύω Νέρωνα Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἀληθῆ εἶναι τὰ προγεγραμμένα. ἔτους δ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Ἐπειφ λ. Ὠφελίων Ὥρου ὤμοσα τὸν ὅρκον. Ζωίλος Τ… ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους δ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Ἐπειφ λ. …