Ancient Greek
P.Oxy. 84 5473
Documentary Papyri, P.Oxy. 84 5473
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους λδ, τοῖς τὸ ιθ μετὰ τὴν ὑπατείαν Φλαουΐου Βασιλείου τοῦ λαμπροτάτου, Τυβι ι, ἰνδικτίωνος θ, ἐν Ὀξυρύγχων πόλει. Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων, γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου, τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ, τῷ αὐτῷ πανευφήμῳ ἀνδρί, τὴν ἀγωγὴν καὶ ἐνοχήν, Φοιβάμμων ὁ καὶ Πατευως, ὁ θαυμασιώτατος προνοητὴς τῆς ὑμῶν ὑπερφυείας, υἱὸς τοῦ μακαρίου Ἰσάκ, ὁρμώμενος ἀπὸ τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως, ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν, χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει δίχα δόλου καὶ φόβου καὶ βίας καὶ ἀνάγκης καὶ ἀπάτης τινὸς συντεθεῖσθαί με πρὸς τὴν ὑμῶν ὑπερφύειαν διὰ τῶν αὐτῇ διαφερόντων ἀπὸ ἀργυρικῶν ἤτοι χρυσικῶν τῆς παρούσης ἐνάτης ἰνδικτίωνος, καρπῶν καὶ προσόδων τῆς σὺν θεῷ δεκάτης ἐπινεμήσεως, ἐφ’ ᾧτέ με τὴν χρείαν τοῦ προνοητοῦ ἤτοι ὑποδέκτου ἀποπληρῶσαι παρ’ αὐτῇ ἐν προστασίᾳ κτήματος Πακερκυ μετὰ τῶν τούτῳ παρεπομένων ἐξωτικῶν τόπων, τῶν πάντων διαφερόντων τῇ ϋμων ὑπερφυείᾳ, καὶ κατὰ τὸ παρεχόμενόν μοι ἀπαιτήσιμον παρὰ τῶν αἰδεσίμων αὐτῆς χαρτουλαρίων ὁμολογῶ τὴν μεθοδείαν τρέψαι κατὰ τῶν ϋπευθυνων πάντων γεωργῶν κτηματικῶν τε καὶ οἱωνδήποτε ἐξωτικῶν προσώπων ἀκολούθως τοῖς ἐμοῖς ἐνταγίοις τοῖς ἐκδιδομένοις παρ’ ἐμοῦ τοῖς ὑπευθύνοις πᾶσιν γεωργοῖς κτηματικοῖς τε καὶ οἱοισδήποτε ἐξωτικοῖς προσώποις καὶ ἣν ἐνδείκνυμι μεθοδείαν περὶ τὴν εἴσπραξιν, καὶ εἰ συμβῇ ἔκθεϲιν γενέσθαι ἐν μόνῳ τῷ αὐτῷ κτήματι, ὁμολογῶ ταύτην ἀποσυμβιβάσαι, τὴν δὲ ὑμῶν ὑπερφύειαν καταλογίσασθαι ἑαυτῇ ταύτην ἐν τοῖς ἐμοῖς λόγοις ἀκολούθως τοῖς ἐμοῖς ἐνταγίοις τοῖς ἐκδιδομένοις τοῖς ὑπευθύνοις πᾶσιν γεωργοῖς. τὰ δὲ ἐξωτικὰ πάντα ὁμολογῶ λημματίσαι καὶ εἰσπρᾶξαι καὶ εἰσενέγκαι τῇ ὑμῶν ὑπερφυείᾳ ἀκολούθως τῷ γεουχικῷ ὑμῶν ἀπαιτησίμῳ …ταύτην ε… ὑποθέμενος εἰς τὸ δίκαιον τούτου τοῦ συναλλάγματος ἅπαντά μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ συνάλλαγμα δισσὸν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φοιβάμμων ὁ καὶ Πατευως υἱὸς τοῦ μακαρίου Ἰσὰκ ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ συνάλλαγμα τῆς χρείας τοῦ προνοητοῦ προστασίας κτήματος Πακερκυ μετὰ τῶν τούτου ἐξωτικῶν τόπων κατὰ τὴν περιεχομένην ἐν αὐτῷ δύναμιν καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. δι’ ἐμοῦ Δαμιανοῦ συμβολαιογράφου ἐτελειώθη di emu Damianu eteliothh …συνάλλαγμα Φοιβάμμωνος τοῦ καὶ Πατευω υἱοῦ Ἰσὰκ ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως, προστασίας κτήματος Πακερκυ μετὰ τῶν τούτου ἐξωτικῶν