Ancient Greek
5474.r.1 to 5474.r.39
Documentary Papyri, P.Oxy. 84 5474.r.1-39
Not analysed yet
…Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, ἐγὼ Βίκτωρ προνοητὴς μετ’ ἐγγυητοῦ τοῦ θαυμασιωτάτου Ἰωάννου τοῦ καὶ ἀναδεχομένου αὐτὸν εἰς ἣν ποιεῖται ὑποδοχὴν τῆς καταπιστευομένης αὐτῷ προνοησίας τῶν ἑξῆς δηλουμένων κτημάτων καὶ ἐξωτικῶν αὐτῶν τόπων κινδύνῳ αὐτοῦ καὶ τῆς αὐτοῦ ὑποστάσεως ἀμφότεροι ἑξῆς ὑπογράφοντες ἰδίοις γράμμασιν ὁρμώμενοι ἀπὸ τῆς αὐτῆς πόλεως, ἀποταττόμενοι τῇ νεαρᾷ διατάξει τῇ περὶ ἐγγυητῶν καὶ ἀντιφωνητῶν ἐκφωνηθείσῃ παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως ……η ἐνέχεσθαι τὸν ἐγγυητὴν ……σαι ὡς πρωτοτύπου ὄντος ……λοιπαδαρίου φαινομένου χαίρειν. ὁμολογῶ ἐγὼ ὁ πρωτότυπος Βίκτωρ προνοητὴς ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει συντεθεῖσθαί με πρὸς τὴν ὑμῶν ὑπερφύειαν ἐπὶ ἕνα ἐνιαυτόν, λογιζόμενον ἀπὸ λοιπάδος χρυσικῶν τῆς παρούσης ἕκτης ἰνδικτίωνος καὶ …ἐπὶ τῷ με τὴν χώραν τοῦ προνοητοῦ ἤτοι ὑποδέκτου παρ’ αὐτῇ ἀποπληρῶσαι ἐν προστασίᾳ Τερύθεως Ἀετίου καὶ Θεαγένους καὶ Εὐτυχιάδος μετὰ καὶ τῶν ἐξωτικῶν αὐτῶν τόπων τῶν πάντων διαφερόντων τῇ ὑμετέρᾳ ὑπερφυείᾳ καὶ κατὰ τὸ παρεχόμενόν μοι ἀπαιτήσιμον παρὰ τῶν λαμπροτάτων αὐτῆς χαρτουλαρίων ὁμολογῶ τὴν μεθοδίαν τρέψαι κατὰ τῶν ὑπευθύνων πάντων γεωργῶν κτηματικῶν τε καὶ κωμητικῶν καὶ ἐξωτικῶν εἰς τὸ πάντα εἰσπρᾶξαι καὶ καταβαλεῖν ἐπὶ τὴν ὑμῶν ὑπερφύειαν ἤτοι ἐπὶ τοὺς αὐτῇ προσήκοντας τὸν μὲν σῖτον ἐπὶ τὸν δημόσιον ναύτην τὸ δὲ χρυσικὸν ἐπὶ τὸν λαμπρότατον τραπεζίτην τοῦ ἐνδόξου αὐτῆς οἴκου ἀκολούθως τοῖς ἐμοῖς πιττακίοις τοῖς ἐκδιδομένοις παρ’ ἐμοῦ τοῖς ὑπευθύνοις πᾶσιν γεωργοῖς κτηματικοῖς τε καὶ κωμητικοῖς καὶ ἐξωτικοῖς, καὶ μετὰ τὴν γινομένην παρ’ ἐμοῦ σπουδὴν καὶ ἣν ἐνδείκνυμι μεθοδίαν περὶ τὴν εἴσπραξιν, εἰ συμβῇ ἔκθεσιν γενέσθαι ἐν τοῖς προγεγραμμένοις κτήμασιν τῆς αὐτῆς προνοησίας καὶ μόνοις, ἐμὲ ταύτην ἀποσυμβιβάσαι, τὴν δὲ ὑμῶν ὑπερφύειαν καταλογίσασθαι ἑαυτῇ ἐν τοῖς ἐμοῖς λόγοις, τὰ δὲ ἐξωτικὰ πάντα ἐμὲ εἰς πλῆρες λημματίσαι καὶ εἰσενέγκαι τῷ γεουχικῷ λόγῳ, λημματίσω δὲ οὐδὲν ητ τῇ ὑμῶν ὑπερφυείᾳ ὑπὲρ παραμυθίας τοῦ παραλημπτικοῦ μέτρου τῶν ἀρταβῶν ἑκατὸν ἀρτάβας δεκαπέντε, καὶ δέξασθαί με παρὰ τῆς ὑμῶν ὑπερφυείας τὸν ἐμὸν μισθὸν ἤτοι ὀψώνιον καθ’ ἕκαστον ἐνιαυτὸν ……δώσω δὲ τοὺς ἐμοὺς λόγους πάσης τῆς ἐμῆς ὑποδοχῆς τοῦ τε λήμματος καὶ ἀναλώματος καὶ τὰ ἀπὸ τῶν λογοθεσιῶν ἀποπληρώσω δίχα ὑπερθέσεώς τινος. προσομολογῶ δὲ κἀγὼ Ἰωάννης ὁ ἐγγυητὴς