Ancient Greek
P.Oxy. 85 5498
Documentary Papyri, P.Oxy. 85 5498
Not analysed yet
Κλαυδίῳ Ἀπολλωνίῳ διαδεχομένῳ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Σαραπίωνος Σαραπίωνος τοῦ Ἁρθωνίου ἀπὸ Ὀξυρύγχων πόλεως. οὗ ἐκόμισά σοι ἐκ τοῦ καταλογείου χρηματισμοῦ ἐστὶν ἀντίγραφον· Τρύφων ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τοῦ Ὀξυρυγχίτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον σύνταξον …ερον μεταδοθῆναι ὡς ὑπόκειται. ἔρρωσο. ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ, Μεχειρ …. Τρύφωνι τῶν ἠγορανομηκότων ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων …